Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.180 Joseph. BJ 6.186 (English) >>Joseph. BJ 6.192

6.183καὶ μηδενὸς προσαμύνειν δυναμένου, τοῦτο γοῦν παραμύθιον ἦν τοῖς φθειρομένοις τὸ βλέπειν ὑπὲρ οὗ τις ἠφίει τὴν ψυχὴν ὀδυνώμενον· βοῶν τε γὰρ αὐτοῖς καὶ προπηδῶν καὶ τοῖς περὶ αὐτὸν ἐκ τῶν ἐνόντων ἐπαμύνειν παρακαλῶν δῆλος ἦν. 6.184τὰς δὲ φωνὰς ἕκαστος καὶ τὴν διάθεσιν ὥσπερ τι λαμπρὸν ἀποφέρων ἐντάφιον εὔθυμος ἀπέθνησκεν. 6.185ἔνιοί γε μὴν ἐπὶ τὸν τοῖχον τῆς στοᾶς ὄντα πλατὺν ἀναχωρήσαντες ἐκ μὲν τοῦ πυρὸς διεσώθησαν, ὑπὸ δὲ τῶν Ἰουδαίων περισχεθέντες ἐπὶ πολὺ μὲν ἀντέσχον διατιτρωσκόμενοι, τέλος δὲ πάντες ἔπεσον, 6.186καὶ τελευταῖός τις αὐτῶν νεανίας, ὀνόματι Λόγγος, ὅλον ἐπικοσμήσας τὸ πάθος καὶ κατʼ ἄνδρα μνήμης ἀξίων ὄντων πάντων τῶν ἀπολωλότων ἄριστος φανείς. 6.187ὃν οἱ μὲν Ἰουδαῖοι τῆς τε ἀλκῆς ἀγάμενοι καὶ ἄλλως ἀνελεῖν ἀσθενοῦντες καταβῆναι πρὸς αὐτοὺς ἐπὶ δεξιᾷ παρεκάλουν, δὲ ἀδελφὸς Κορνήλιος ἐκ θατέρου μὴ καταισχῦναι τὸ σφέτερον κλέος καὶ τὴν Ῥωμαίων στρατιάν. τούτῳ πεισθεὶς καὶ διαράμενος φανερὸν ἑκατέροις τοῖς τάγμασι τὸ ξίφος αὑτὸν ἀναιρεῖ. 6.188τῶν δὲ τῷ πυρὶ περισχεθέντων Ἀρτώριός τις πανουργίᾳ διασώζεται· προσκαλεσάμενος γάρ τινα τῶν στρατιωτῶν Λούκιον, συνεσκήνει, μεγάλῃ τῇ φωνῇκληρονόμον, ἔφη, καταλείπω σε τῶν ἐμαυτοῦ κτημάτων, 6.189εἰ προσελθών με δέξαιο.” τοῦ δὲ ἑτοίμως προσδραμόντος μὲν ἐπʼ αὐτὸν κατενεχθεὶς ἔζησεν, δὲ δεξάμενος ὑπὸ τοῦ βάρους τῷ λιθοστρώτῳ προσαραχθεὶς παραχρῆμα θνήσκει.


Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.180 Joseph. BJ 6.186 (English) >>Joseph. BJ 6.192

Powered by PhiloLogic